23 Αυγ 2012

ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ 26.8.2012


ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ (Α´ Κορ. ιε´ 1-11)

ΚΕΙΜΕΝΟ 
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη ᾿Ιακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. ᾿Εγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε. 

ΜΕΤΑΦΡΑΣΗΑδελφοί, σᾶς θυμίζω τὸ χαρμόσυνο μήνυμα ποὺ σᾶς ἔφερα μὲ τὸ κήρυγμά μου. Αὐτὸ τὸ μήνυμα τὸ δεχτήκατε, σ’ αὐτὸ παραμείνατε σταθεροί, μ’ αὐτὸ καὶ σώζεστε, ἂν βέβαια μένετε προσκολλημένοι σ’ αὐτό, μὲ τὸ νόημα ποὺ σᾶς τὸ κήρυξα· ἐκτὸς ἐὰν μάταια πιστέψατε. Σᾶς παρέδωσα τὴ διδασκαλία ποὺ εἶχα κι ἐγὼ παραλάβει καὶ ποὺ ἔχει πρωταρχικὴ σημασία· ὅτι δηλαδὴ ὁ Χριστὸς πέθανε, σύμφωνα μὲ τὶς Γραφές, γιὰ τὶς ἁμαρτίες μας· ὅτι ἐνταφιάστηκε καὶ ὅτι, σύμφωνα μὲ τὶς Γραφές ἀναστήθηκε τὴν τρίτη ἡμέρα καὶ ὅτι ἐμφανίστηκε στὸν Κηφᾶ, ἔπειτα στοὺς Δώδεκα. ῎Επειτα ἐμφανίστηκε σὲ περισσότερους ἀπὸ πεντακόσιους ἀδελφοὺς συγχρόνως, ἀπὸ τοὺς ὁποίους μερικοὶ πέθαναν, οἱ περισσότεροι ὅμως εἶναι ἀκόμα στὴ ζωή. ῎Επειτα ἐμφανίστηκε στὸν ᾿Ιάκωβο, ἔπειτα σὲ ὅλους τοὺς ἀποστόλους. Τελευταῖα ἀπὸ ὅλους, ἐμφανίστηκε καὶ σ’ ἐμένα σὰν σὲ ἔκτρωμα. Γιατὶ ἐγὼ πραγματικὰ εἶμαι ὁ τελευταῖος ἀνάμεσα σὲ ὅλους τοὺς ἀποστόλους· ἐγὼ δὲν εἶμαι ἄξιος οὔτε νὰ ὀνομάζομαι ἀπόστολος, γιατὶ καταδίωξα τὴν ἐκκλησία τοῦ Θεοῦ. Μὲ τὴ χάρη ὅμως τοῦ Θεοῦ ἔγινα αὐτὸ ποὺ ἔγινα· κι αὐτὴ ἡ χάρη πρὸς ἐμένα δὲν ὑπῆρξε ἄκαρπη· ἐργάστηκα περισσότερο ἀπ’ ὅλους τοὺς ἀποστόλους, ὄχι βέβαια ἐγώ, ἀλλὰ ἡ χάρη τοῦ Θεοῦ ποὺ μὲ συνοδεύει. Εἴτε ἐγώ, λοιπόν, εἴτε ἐκεῖνοι, αὐτὰ κηρύττουμε καὶ αὐτὰ πιστέψατε.

**************************************
ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ (Μτθ. ιθ´ 16-26) 

ΚΕΙΜΕΝΟ

Τῶ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ ᾿Ιησοῦ, γονυπετῶν αὐτόν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ῾Ο δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; ῾Ο δὲ ᾿Ιησοῦς εἶπε· Τὸ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα», καὶ «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ῎Εφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ᾿Ακούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ᾿Αμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ᾿Ακούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ᾿Εμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

ΜΕΤΑΦΡΑΣΗ
 
Εκεῖνο τὸν καιρό, πλησίασε τὸν ᾿Ιησοῦ κάποιος νεαρός, γονάτισε μπροστά του καὶ τοῦ εἶπε· «᾿Αγαθὲ Διδάσκαλε, τί καλὸ νὰ κάνω γιὰ ν᾿ ἀποκτήσω αἰώνια ζωή;» ῾Ο ᾿Ιησοῦς τοῦ εἶπε· «Γιατί μὲ ὀνομάζεις ἀγαθό; Κανένας δὲν εἶναι ἀγαθός, παρὰ μόνο ἕνας, ὁ Θεός. ῍Αν θέλεις πάντως νὰ μπεῖς στὴ ζωή, τήρησε τὶς ἐντολές». «Ποιές;» τοῦ λέει. Κι ὁ ᾿Ιησοῦς εἶπε· «Τὸ μὴ σκοτώσεις, μὴ μοιχεύσεις, μὴν κλέψεις, μὴν ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴ μητέρα σου καὶ ἀγάπα τὸν πλησίον σου ὅπως τὸν ἑαυτό σου». «῞Ολα αὐτὰ τὰ τηρῶ ἀπὸ πολὺ μικρός», τοῦ λέει ὁ νεαρός. «Σὲ τί ἀκόμα ὑστερῶ;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀπάντησε· «῍Αν θέλεις νὰ γίνεις τέλειος, πήγαινε πούλησε τὰ ὑπάρχοντά σου καὶ δῶσε τὰ χρήματα στοὺς φτωχούς, καὶ θὰ ἔχεις θησαυρὸ κοντὰ στὸν Θεό· κι ἔλα νὰ μὲ ἀκολουθήσεις». Μόλις ἄκουσε τὴν ἀπάντηση ὁ νεαρός, ἔφυγε λυπημένος, γιατὶ εἶχε μεγάλη περιουσία. Τότε ὁ ᾿Ιησοῦς εἶπε στοὺς μαθητές του· «Σᾶς βεβαιώνω πὼς δύσκολα θὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ. Καὶ σᾶς τὸ ἐπαναλαμβάνω· Εἶναι εὐκολότερο νὰ περάσει καμήλα ἀπὸ βελονότρυπα, παρὰ νὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ». ῞Οταν τ᾿ ἄκουσαν οἱ μαθητές του, ἔνιωσαν μεγάλη κατάπληξη κι ἔλεγαν· «Τότε ποιὸς μπορεῖ νὰ σωθεῖ;» ῾Ο ᾿Ιησοῦς τοὺς κοίταξε καὶ εἶπε· «Αὐτὸ εἶναι ἀδύνατο γιὰ τοὺς ἀνθρώπους· γιὰ τὸν Θεὸ ὅμως ὅλα εἶναι δυνατά».
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου