Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει ὑπὸ
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὑμνογράφου τῆς Μεγάλης του Χριστοῦ Ἐκκλησίας.
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὁ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς:
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τοῦ Παρακλήτου λαμπρυνθεῖσα τὴ αἴγλη, τῶν Ἀποστόλων ἐμιμήσω τὸν ζῆλον, καὶ τὸν Χριστὸν τοὶς ἔθνεσιν ἐκήρυξας, Νίνα Ἰσαπόστολε, ἐν δυνάμει τὴ θεία? ὅθεν δυσωποῦμεν σέ, ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ ἠμῶν τὸν πάντων Ποιητήν, τῆς Ἰβηρίας, ἁγία Φωτίστρια.
Θεοτοκίον Οὐ σιωπήσομεν ποτέ…
Ν’ Ψαλμός
Ὠδὴ ἀ’. Ἦχος πλ. δ’. Ὑγρᾶν διοδεύσας.
Ἡλίου ἀκτίσι τοῦ νοητοῦ, Νίνα λαμπομένη, τοῦ νοός μου τὸν σκοτασμόν, δίωξον ταὶς σαὶς ἰκετηρίαις, καὶ πρὸς τὸ φῶς ἀρετῶν μὲ ὁδήγησον.
Μοναὶς κατοικοῦσα τῶν οὐρανῶν, Νίνα μακαρία, Ἰσαπόστολε τοῦ Χριστοῦ, μὴ παύση Κυρίω δυσωποῦσα, ἁμαρτιῶν ἠμὶν δούνα συγχώρησιν.
Ἀγγέλων συνοῦσα θείοις χοροίς, Νίνα θεηγόρε, καθικέτευε
ἐκτενῶς, λυτροῦσθαι ἠμᾶς πάσης ἀνάγκης, τοὺς ἀδιστάκτω ψυχὴ προσιόντας σοί.
Σαρκὶ ὁμιλήσας ἐκ τῶν ἁγνῶν, αἱμάτων σου Κόρη, ὁ τῶν ὅλων Δημιουργός, διπλοὺς ἔκ σοῦ ὤφθη τοὶς ἀνθρώποις, καὶ τὴν ἀρχαίαν ἀρᾶν ἐξηφάνισεν.
Ὠδὴ γ’.
Οὐρανίας
ἁψίδος.
Καταφύγιον θεῖον, γενοὺ ἠμὶν πάνσεμνε, τοὶς εἰλικρινῶς προσιούσι, τὴ ἀντιλήψει σου, πάσαν ἐπήρειαν, τὴν καθ’ ἠμῶν κινουμένην, Νίναν ἀποτρέπουσα, τοῦ πολεμήτορος.
Ὑψηλὴ διανοία, καὶ ταπεινῶ πνεύματι, πρὸς τὴν Ἰβηρίαν δραμοῦσα, Χριστὸν ἐκήρυξας ὂν καθικέτευε, τὸν ὑπερήφανον ὄφιν, καθ’ ἠμῶν μαινόμενον, Νίνα συντρίβεσθαι.
Ρώμην θείαν λαβοῦσα, ἐν τῇ ψυχῇ πάνσεμνε, πάσαν τὴν ἰσχὺν τοῦ Βελίαρ, καταπεπάτηκας, ἐν ἀσθενείᾳ σαρκός ὅθεν αὐτοῦ τῆς μανίας, Νίνα ἀπολύτρωσαι, τοὺς σὲ γεραίροντας.
Ἱλασμὸν ἠμὶν αἴτει, καὶ τῶν παθῶν λύτρωσιν, ἡ τὸ ἰλαστήριον πάντων, Χριστὸν κυήσασα, Παρθένε Ἄχραντε, καὶ τοῦ δολίου τὰ κέντρα, καθ’ ἠμῶν ματαίωσον, τὴ σὴ χρηστότητι.
Διάσωσον πάσης ἀνάγκης, καὶ βλάβης ταὶς σαὶς πρεσβείαις, τοὺς ἐν πίστει τὴ σὴ πρεσβεία προστρέχοντας, ὢ Ἰσαπόστολε Νίνα ἐκδυσωποῦμεν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Πολλὴν πρὸς Χριστόν, ὡς θεία Ἰσαπόστολε, πλουτοῦσα σεμνή, τὴν παρρησίαν πρέσβευε, ρύεσθαι πάσης
θλίψεως, καὶ δεινῶν προσβολῶν τοῦ ἀλάστορος, τοὺς προσιόντας σοὶ Νίνα πιστῶς, καὶ μέλποντας τὰ σὰ προτερήματα.
Ὠδὴ δ’.
Εἰσακήκοα
Κύριε.
Ὡς Χριστοῦ ἰσαπόστολος, σὺν τοὶς Ἀποστόλοις Νίνα ἱκέτευε, πειρασμῶν παντοίων ρύεσθαι, τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.
Νόμον θεῖον ἐξέφηνας, τοὶς ἐν Ἰβηρίᾳ τὴ πολιτεία σου ὅθεν πάσης ἀνομίας μέ, Νίνα ἰσαπόστολε ἁπάλλαξον.
Ἰησοῦν τὸν πανάγιον, ὂν ἐν Ἰβηρίᾳ Νίνα ἐδόξασας, καθικέτευε λυτροῦσθαι μέ, πάσης ἀδοξίας τῆς τοῦ χείρονος.
Νεκρωθέντα τοὶς πταίσμασι, ζώωσον μὲ Κόρη τὴ σὴ χρηστότητι, καὶ ζωὴν πρὸς τὴν ἐνάρετον, ἴθυνον καὶ σῶσον μὲ Πανάμωμε.
Ὠδὴ ἐ’. Φώτισον ἠμᾶς.
Ἄνωθεν ἠμίν, τοὶς πιστῶς ὑμνολογούσι σέ, δίδου Νίνα τὴν ἀντίληψιν τὴν σήν, ἐν εἰρήνῃ συντηροῦσα τὴν ζωὴν ἠμῶν.
Πάσης προσβολῆς, τοῦ δολίου πολεμήτορος, ἀσινεῖς ἠμᾶς συντήρησον σεμνή, ἐξαιτοῦσα ἠμῶν Νίνα παθῶν ἴασιν.
Ρείθροιος μυστικοίς, τῶν σεπτῶν σου παρακλήσεων, καταδρόσισον ἠμᾶς τοὺς τὴ φλογί, φλεγομένους τῶν παθῶν Νίνα καὶ θλίψεων.
Ὁρμῶ γαληνῶ, καθοδήγησον μὲ Δέσποινα, ἐκ θαλάσσης χαλεπῶν ἁμαρτιῶν, καὶ εἰρήνευσον Παρθένε τὴν καρδίαν μου.
Ὠδὴ στ’.
Τὴν δέησιν.
Σοφίαν, τὴν θεϊκὴν κεκτημένη, ἐν τῇ χώρᾳ, τῶν Ἰβήρων ἐπέστης, καὶ εὐσεβείας τὸ φῶς διαυγάζεις, λόγοις καὶ ἔργοις καὶ θαύμασιν ἄπασι? διο καταύγασον καμέ, τῷ φωτὶ τῆς ἀΰλου ἐλλάμψεως.
Ἀπάτης, τῆς τῶν εἰδώλων ἐλέγχεις, τὴν ἀσθένειαν τοὶς θαύμασι Νίνα? διο ἠμᾶς ἀσθενείας ἁπάσης, κατὰ ψυχὴν τὲ καὶ σῶμα? ἁπάλλαξον, καὶ δίδου ρώσιν καὶ ἰσχύν, τοῦ ποιεὶν τοῦ Κυρίου τὸ θέλημα.
Γενναίως, ἐν τῷ Σταυρῷ ρωννυμένη, ὂν ἡ Πάναγνος σοὶ δέδωκε Κόρη, θαυματουργοὶς παραδόξως ὢ Νίνα, καὶ τοῦ Σωτῆρος ἐκφαίνεις τὴν δύναμιν διο δυνάμωσον καμέ, κατὰ πάσης μανίας τοῦ δράκοντος.
Ὁ θρόνος, ὁ ἐπηρμένος τῆς δόξης, τοῦ τῶν ὅλων βασιλέων καὶ Κτίστου, Παρθενομῆτορ Ὑπέραγνε Κόρη, τῶν πεπτωκυίαν ψυχήν μου εἰς βόθυνον, ἁμαρτιῶν τὲ καὶ παθῶν, πρὸς γνησίαν μετάνοιαν ἔγειρον.
Διάσωσον πάσης ἀνάγκης καὶ βλάβης ταὶς σαὶς πρεσβείαις, τοὺς ἐν πίστει τὴ σὴ πρεσβεία, προστρέχοντας, ὢ Ἰσαπόστολε Νίνα
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοὶς τῶν αἱμάτων σου.
Τῆς εὐσεβείας τὸν δρόμον τελέσασα, ἐν Ἰβηρίᾳ σεμνὴ Ἰσαπόστολε, τῆς ἄνω Σιῶν κατηξίωσαι, Νίνα ἀεὶ τῷ Σωτήρι πρεσβεύουσα, διδόναι ἠμὶν θεῖον ἔλεος.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον…
Στίχ: Καὶ ἔστησεν ἐπὶ πέτραν…
Εὐαγγέλιον τῶν δέκα Παρθένων.
Ζήτει αὐτὸ τῷ Ἰζ’ Σαββάτω τοῦ Ματθαίου.
Δόξα. Ταὶς τῆς σῆς Ἁγίας…
Καὶ νῦν. Ταὶς τῆς Θεοτόκου…
Στίχ: Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα…
Ἦχος πλ. β’.
Ὅλην ἀποθέμενοι.
Σταυρὸν Θεῖον δέδεξαι, ἐν ὀπτασίᾳ, ἀρρήτω, ἐκ τῆς Θεομήτορος, ὡς ὅπλον ἀήττητον Νίνα ἔνδοξε, καὶ ἰσχὺν ἄμαχον, ἐξ αὐτοῦ λαβοῦσα, παραδόξως ἐνδιέπρεψας, λόγοις καὶ θαύμασιν, ἐν τῇ Ἰβηρίᾳ, θεόπνευστε? διο σὲ ἰκετεύομεν, ὡς τῆς ἄνω δόξης, μετέχουσα, πάσης ἀδοξίας, παθῶν φθαροποιῶν ρύσαι ἠμᾶς, καὶ ἐκ Θεοῦ ἠμὶν αἴτησαι, τῶν πταισμάτων ἄφεσιν.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός…
Ὠδὴ ζ’.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰησοῦν τὸν Σωτήρα, καὶ Θεὸν τῶν ἁπάντων Νίνα ἱκέτευε, παθῶν ἐπικρατείας, καὶ πάσης ἁμαρτίας, ἐκλυτροῦσθαι κραυγάζουσι , Ο τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἰ.
Σωτηρίαν ἐξαίτει, καὶ ποικίλων κινδύνων τὴν ἀπολύτρωσιν, ὢ Νίνα θεοφόρε, τοὶς πόθω σὲ τιμώσι, καὶ βοώσιν ἑκάστοτε. Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἰ.
Γεωργεὶν ἐν Κυρίῳ, μετανοίας ἀξίως καρποὺς ἐνίσχυσον, ὢ Νίνα μακαρία, τοὺς σὲ ὑμνολογοῦντας, καὶ πιστῶς ἀνακράζοντας? Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ὠδὴ ἠ’. Τὸν βασιλέα.
Ράβδον πλουτοῦσα, Νίνα δυνάμεως θείας, ὅνπερ ἔσχηκας Σταυρὸν ἐν ταὶς χερσί σου, ἔδειξας τοὶς πάσι, Χριστοῦ τὴν θείαν χάριν.
Ἀσθενημάτων, κατὰ ψυχὴν τὲ καὶ σῶμα, ταὶς πρεσβείαις σου πρὸς τὸν Δεσπότην πάντων, ρύου ἀεὶ Νίνα, τοὺς σὲ ἀνευφημούντας.
Σύντριψον Νίνα, τὴν καθ’ ἠμῶν δυναστείαν, τοῦ ἀλάστορος ταὶς πρὸς Χριστὸν λιταίς σου, καὶ ἐξαίτει πάσιν, εἰρήνην εἰς τῷ βίῳ.
Ἴδε Παρθένε, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοὶ ταχείαν θεραπείαν, ὡς τῆς συμπαθείας, πηγὴ δαψιλεστάτη.
Ὠδὴ θ’.
Κυρίως Θεοτόκον.
Μεγάλως δοξασθεῖσα παρὰ τοῦ Κυρίου, ὡς ἰσαπόστολος Νίνα θεόκλητος, μεγάλων πόνων ἁπάλλατε τὴν ζωὴν ἠμῶν.
Ὁσίως καὶ δικαίως ἐν τῇ Ἰβηρίᾳ, Νίνα θεόφρον τὸν βίον ἀνύσασα, ἐν ὀσιότητι πάση ἠμᾶς περίφραξον.
Ὑπέρτερον τὸν νοῦν μου, ἐκ τῆς προσπαθείας, τὴν τῶν γηΐνων ἀπέργασαι δέομαι, καὶ φωτισμῶ τοῦτον θείω Νίνα καταύγασον.
Ὑπέραγνε Παρθένε, Κεχαριτωμένη, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τὴ μυστικὴ ἐπομβρία τῆς σῆς χρηστότητος.
Ἄξιον ἐστὶν καὶ τὰ μεγαλυνάρια.
Χάριν δεξαμένη ἐν τῇ Σιῶν, Νίνα ἐν καρδίᾳ, ἐπτερώθης πόθω Χριστῷ, καὶ ἐν Ἰβηρίᾳ, μετὰ σπουδῆς δραμοῦσα, τῆς εὐσεβείας ὤφθης, κῆρυξ θεόσοφος.
Τὸν Σταυρὸν κατέχουσα ἐν χερσίν, ὂν ἡ Θεοτόκος, ἐποφθείσα σοὶ μυστικῶς, δέδωκεν ὢ Νίνα, ἐκφαίνεις παραδόξως, τοῦ Σταυρωθέντος πάσι, τὴν θείαν δύναμιν.
Λόγοις τὲ καὶ θαύμασιν ἱεροίς, τοῦ Εὐαγγελίου, διαλάμπεις τοὶς ἐν νυκτί, Νίνα θεοφόρε, τὴν ἔλλαμψιν τὴν θείαν, καὶ λύεις τῶν εἰδώλων, πάσαν σκοτόμαιναν.
Ὤφθης ἰσαπόστολος θαυμαστή, ὡς τῶν Ἀποστόλων, δεξαμένη τὸ θεῖον φῶς, καὶ ἐν Ἰβηρίᾳ, ἐκλάμψασα ὢ Νίνα, ἐπήρθης πρὸς τὴν δόξαν, τὴν ὑπερκόσμιον.
Χαίροις Ἰβηρία θεία λαμπάς, Νίνα μακαρία, Ἰσαπόστολε τοῦ Χριστοῦ? χαίροις ἀληθείας, ἐμφανεστάτη στήλη, διώκουσα τοῦ ψεύδους, τὴν ἀμαυρότητα.
Δόξης ἀπολαύουσα Τριλαμπούς, Νίνα σὺν Ἀγγέλοις, καὶ Ἁγίων πάντων χοροίς, πρέσβευε ἀπαύστως, ρύεσθαι πάσης βλάβης, τοὺς τὴ σεπτὴ πρεσβεία σου καταφεύγοντας.
Πᾶσαι τῶν Ἀγγέλων…
Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἢν ψάλλομεν τὸ ἑξῆς:
Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.
Θείας ἀπολαύουσα ζωῆς, καὶ κατατρυφώσα ἀπαύστως, τῶν ὑπὲρ νοῦν ἀμοιβῶν, Νίνα ἰσαπόστολε Χριστὸν ἱκέτευε, πειρασμῶν καὶ κακώσεων, καὶ πάσης ὀδύνης, καὶ πικρᾶς συμπτώσεως, ρύεσθαι πάντοτε, πάντας
τοὺς πιστῶς σὲ τιμώντας, καὶ ἐκδεχομένους ὑψόθεν, τὴν θὲρμην και θείαν σου αντίληψιν.
Δίστιχον.
Γερασίμου
πρόσδεξαι Νίνα θεόφρον
Τὴν παροῦσαν δέησιν ὡς λιτὴν θεία.πόστολον Νίνα
Διόρθωσα πάρα πολλά -ορθογραφικά κυρίως- λάθη στον παραπάνω Παρακλητικό, καθώς διαμόρφωνα το κείμενο, για να το τυπώσω για κάποια φίλη που μου το ζήτησε. Αν θέλετε, μπορώ να στείλω και σε σας το διορθωμένο, σε κάποιο e-mail. Το δικό μου mail είναι αυτό που αναγράφεται στο ονόμα χρήστη πάνω από το σχόλιο.
ΑπάντησηΔιαγραφήΜεγάλη η Χάρις σου Αγία Νίνα Ισαπόστολε, πρέσβευε 🙏άκουσε την προσευχή μου και επιβλεψον επ εμε την ανάξια και αμαρτωλή δούλη σου 🙏ικετεύω Σε
ΑπάντησηΔιαγραφή